Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.271 Joseph. AJ 11.275 (English) >>Joseph. AJ 11.280

11.273βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἄρχουσι καὶ τὰ ἡμέτερα φρονοῦσι χαίρειν. πολλοὶ διὰ μέγεθος εὐεργεσίας καὶ τιμῆς, ἣν διʼ ὑπερβολὴν χρηστότητος τῶν παρεχόντων ἐκαρποῦντο, οὐκ εἰς τοὺς ὑποδεεστέρους μόνον ἐξυβρίζουσιν, 11.274ἀλλʼ οὐδʼ αὐτοὺς ἀδικεῖν ὤκνησαν τοὺς εὐεργετοῦντας τὸ εὐχάριστον ἐξ ἀνθρώπων ἀναιροῦντες, καὶ διʼ ἀπειροκαλίαν τῶν οὐκ ἐξ ὧν προσεδόκησαν ἀγαθῶν κόρον εἰς τοὺς αἰτίους ἀφέντες λήσεσθαι τὸ θεῖον ἐπὶ τούτοις νομίζουσι καὶ τὴν ἐξ αὐτοῦ διαφεύξεσθαι δίκην. 11.275ἔνιοι δὲ ἐκ τούτων προστασίαν πραγμάτων ἐπιτραπέντες παρὰ τῶν φίλων καὶ μῖσος ἴδιον ἔχοντες πρός τινας, παραλογισάμενοι τοὺς κρατοῦντας ψευδέσιν αἰτίαις καὶ διαβολαῖς ἔπεισαν κατὰ μηδὲν ἀδικούντων ὀργὴν ἀναλαβεῖν, ὑφʼ ἧς ἐκινδύνευσαν ἀπολέσθαι. 11.276τοῦτο δὲ οὐκ ἐκ τῶν ἀρχαιοτέρων οὐδʼ ἀκοῇ γνωρίμων ἡμῖν οὕτως ἰδεῖν ἔστιν ἔχον, ἀλλʼ ἐκ τῶν παρὰ τὰς ἡμετέρας ὄψεις τετολμημένων, ὡς διαβολαῖς μὲν καὶ κατηγορίαις μὴ προσέχειν ἔτι τοῦ λοιποῦ μηδʼ οἷς ἕτεροι πείθειν ἐπιχειροῦσιν, κρίνειν δʼ ὅσα τις αὐτὸς οἶδεν πεπραγμένα, καὶ κολάζειν μὲν ἂν τοιαῦτα, χαρίζεσθαι δʼ ἂν ἑτέρως ἔχῃ, τοῖς ἔργοις αὐτοῖς ἀλλὰ μὴ τοῖς λέγουσι προστιθέμενον. 11.277ὡς μὲν Ἀμάνης, Ἀμαδάθου μὲν παῖς Ἀμαληκίτης δὲ τὸ γένος, ἀλλότριος ὢν τοῦ Περσῶν αἵματος, ἐπιξενωθεὶς ἡμῖν ἀπέλαυσεν τῆς πρὸς ἅπαντας χρηστότητος ἐπὶ τοσοῦτον, ὡς πατέρα μου τὸ λοιπὸν προσαγορεύεσθαι καὶ προσκυνούμενον διατελεῖν καὶ μεθʼ ἡμᾶς τὰ δεύτερα τῆς βασιλικῆς παρὰ πάντων τιμῆς ἀποφέρεσθαι, τὴν εὐτυχίαν οὐκ ἤνεγκεν οὐδὲ σώφρονι λογισμῷ τὸ μέγεθος τῶν ἀγαθῶν ἐταμίευσεν,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.271 Joseph. AJ 11.275 (English) >>Joseph. AJ 11.280

Powered by PhiloLogic